Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.170 | Dem. 24.175 (English) | >>Dem. 24.177 |
24.173τίνος οὖν ἕνεκʼ , ὦ Τιμόκρατες καὶ Ἀνδροτίων , ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντʼ ἀφʼ οὗ ὅ γʼ ἕτερος ὑμῶν πολιτεύεται , καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν , πολλῶν δὲ ῥητόρων , οἳ παρὰ τουτοισὶ κέκρινται , ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν , οἱ δʼ ὑποχωρήσαντες ᾤχοντο καταγνόντες αὑτῶν , οὐδενὸς πώποτε τούτων ἐξητάσθη κατήγορος ὑμῶν οὐδέτερος , οὐδʼ ἀγανακτῶν ὤφθη ὑπὲρ ὧν ἡ πόλις πάσχει , ἀλλʼ ἐνταῦθʼ ἐφάνηθʼ ἡμῶν κηδόμενοι οὗ πολλοὺς ἔδει κακῶς ποιῆσαι ;
24.174βούλεσθʼ , ὦ ἄνδρες Ἀθηναῖοι , τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω ; ὅτι τούτων μὲν μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες , ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται · διʼ ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν . οὔτε γὰρ ῥᾷον πολλοῖς καὶ τὰ μίκρʼ ἀδικοῦσιν ἀπεχθάνεσθαι ἢ ὀλίγοις καὶ μεγάλα , οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθʼ ὁρᾶν ἢ τὰ τῶν ὀλίγων .
24.175ἀλλὰ τοῦτʼ αἴτιον οὑγὼ λέγω . δεῖ τοίνυν ὑμᾶς ταῦτα λογιζομένους , καὶ μεμνημένους ὧν ἂν ἕκαστος ἁμάρτῃ , κολάζειν , ὅταν λάβητέ τινα , καὶ μὴ τὸν χρόνον εἰ πολύς ἐστʼ ἀπʼ ἐκείνου σκοπεῖν , ἀλλʼ εἰ ταῦτʼ ἐποίουν . ὡς εἰ νῦν πράως οἴσετʼ ἐφʼ οἷς τότʼ ἠγανακτεῖτε , δόξετʼ ὀργιζόμενοι κατεγνωκέναι τὰ χρήματα τούτων , οὐκ ἀδικούμενοι . τῶν μὲν γὰρ ὀργιζομένων ἐστὶν ὀξέως τι κακὸν τὸν λελυπηκότʼ ἐργάσασθαι , τῶν δʼ ἀδικουμένων , ὅταν ποθʼ ὑφʼ αὑτοῖς λάβωσι τὸν ἠδικηκότα , τότε τιμωρήσασθαι . οὔκουν δεῖ δοκεῖν , νῦν μαλακισθέντας , τότε τῶν ὀμωμοσμένων ὅρκων ἀμελήσαντας ὑμῖν αὐτοῖς χαρίσασθαι παρὰ τὸ δίκαιον , ἀλλὰ μισεῖν καὶ μηδʼ ἀνέχεσθαι φωνὴν μήτε τούτου μήτʼ ἐκείνου , τοιαῦτα πεπολιτευμένων .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.170 | Dem. 24.175 (English) | >>Dem. 24.177 |